Ancient Greek
ΕΙC THN Ω.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 1
Not analysed yet
1. λυτο: εἰ μὲν μέϲοϲ δεύτεροϲ ἀόρϲτόϲ ἐϲτιν ἀπὸ τῶν εἰϲ μι, ὥϲπερ ἤδη ἐπίϲταται λέγων «νῦν δὲ λύμην τρὶϲ τόϲϲα πορών» (Ιl. Φ 80) καὶ «τῆϲ δ’ ἄρα κλαιούϲηϲ λύτο γούνατα »,ἔκταϲιϲ ἐγένετο διὰ τὸ μέτρον εἰ δὲ παρατατικόν τινεϲ ἐκδέχονται, δύναται κρᾶϲιϲ τοῦ ἐλύετο γεγενῆϲθαι ὥϲπερ ἐπὶ τοῦ ἰχθύεϲ ἰχθῦϲ, μύεϲ μῦϲ, ῥύεϲθαι ῥῦϲθαι «πάντων ἀνθρώπων ῥῦϲθαι γενεήν τε τόκον τε» (Ο 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡϲ βέβλητο βλῆτο. A.