Ancient Greek
ΕΙC THN Ω.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 8-2
Not analysed yet
8. πείρων: Πάμφιλοϲ περιϲπᾷ, λέγων τὴν πρόϲθεϲιν τοῦ ι μὴ ἐξαλλάϲϲειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴϲ τὸ ῥῆμα καὶ περόωϲι. (0d. ζ 272) καὶ «περάαν μέγα λαῖτμα» (Οd. ε 174) δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίϲταρχοϲ βαρύνων ἀναγινώϲκει ὡϲ κείρων. φηϲὶ γοῦν οὕτω γενόμενοϲ ἐπὶ τοῦ «παννυχίη μὲν (Cod. μὴν) ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον »(Od. β 434) «τὸ πεῖρε διδάϲκει ἡμᾶϲ καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡϲ γὰρ ἔκειρε κείρων οὕτωϲ ἔπειρε πείρων. εἰ γὰρ περιεϲπᾶτο ἦν ἂν ὁ παρατατικὸϲ ἐπείρα ». ἔϲτιν οὖν διττὸν τὸ ῥῆμα, καὶ τὸ μὲν ϲὺν τῷ ι οὐ περιϲπαϲθήϲεται. A.