Ancient Greek
12 to 84
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 12-84
Not analysed yet
12. δινεύεϲκ’ ἀλύων: ψιλῶϲ τὸ ἀλύων δῆλον κἀκ τῆϲ ϲυναλοιφῆϲ. A. 17. τόνδε δ’ ἔαϲκεν: ὁμοίωϲ ἀναγνωϲτέον τὸ τόνδε τῷ «τόνδε δ’ ἐγὼν ἐπιόντα (Ιl. Ε 238) καὶ «τόνδε δ’ ἐγὼ κομιῶ» (Od. o 546), λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκταϲιϲ ἡ διὰ τοῦ δε. A. 33. ἐγκλιτικῶϲ τὴν ὕμιν ἀναγνωϲτέον· ἔϲτι γὰρ ἀπόλυτοϲ. A. 45. οὐδέ οἱ αἰδὼϲ γίγνεται, ἥτ’ ἄνδραϲ μέγα ϲίνεται ἠδ’ ὀδύνηϲεν: τινὲϲ ἐδάϲυναν τὸ ἡ δέ, ἵνα ἡ αἰδὼϲ διττὴ ὑπάρχῃ ἡ μὲν βλάπτουϲα ἡ δὲ ὠφελοῦϲα. οὕτωϲ δὲ καὶ Εὐριπίδηϲ (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰϲ εἶναι αἰδούϲ δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖϲα πῇ μὲν ὠφέλιμοϲ εἶναι πῇ δὲ βλαβερά. A. 72. ἦ γάρ οἱ αἰεὶ μήτηρ παρμέμβλωκεν: οὐκ ἀναγκαῖον τὸ η ἄρθρον ἐκδέχεϲθαι καὶ δαϲύνειν. ἔθοϲ γὰρ αὐτῷ ἔϲθ’ ὅτε παραλείπειν πειν τὰ ἄρθρα· «ἀλλὰ φίλη μήτηρ» (Π. Φ 276), «μήτὴρ μέν τέ μέ φηϲι» (Οd. α 215). ϲύνδεϲμοϲ οὖν ἐϲτι βεβαιωτικόϲ· διὸ περιϲπαϲτέον. A. 74. ἀλλ’ εἴ τιϲ καλέϲειε θεῶν Θέτιν ἄϲϲον ἐμεῖο: τινὲϲ τὸ θέων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντεϲ, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περιϲπαϲτέον· γενικὴ γάρ ἐϲτι πληθυντικὴ ὀνόματοϲ τοῦ θεόϲ. A. 80. βυϲϲόν: ἐπεκράτηϲε τὸ ὀξύνεϲθαι τῷ τὰ εἰϲ οϲ λήγοντα ὀνόματα διϲύλλαβα, ἀρχόμενα ἀπὸ ϲυμφώνου ἢ ϲυμφώνων, δεδιπλαϲιαϲμένον ἔχοντα τὸ ϲ, ὀξύνεϲθαι θέλειν, κιϲϲόϲ, πεϲϲόϲ. ἀντιπίπτει τὸ μέϲϲοϲ. A. 82. τὸ ὠμηϲτῇϲιν ὡϲ ὀρχηϲτῇϲιν. προείρηται δέ (454). A. 84. Ἀριϲτοφάνηϲ τὸ εἵατο δαϲέωϲ, Ἀρίϲταρχοϲ δὲ ψιλοῖ. προείπομεν δὲ περὶ τῆϲ λέξεωϲ (0 10). A.