Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 129
Not analysed yet
129. δῷϲι πόλιν Τροΐην: οὕτωϲ Ἀρίϲταρχοϲ τριϲυλλάβωϲ καὶ ἐνθάδε καὶ ἐν τῇ Λ τῆϲ Ὀδυϲϲείαϲ (510) «ἤτοι ὅτ᾿ ἀμφὶ πόλιν Προΐην φραζοίμεθα». καὶ ἐπείϲθη αὐτῷ ἡ παράδοϲιϲ. ἔϲτι δὲ καὶ τὸ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ ἰδίωμα παραφυλάξαι οὕτωϲ, ὡϲ ὅτι εἴ που λέγει τὸ Τροία διϲυλλάβωϲ, οὐδέποτε ἐπιφέρει τὸ πόλιϲ, οἷον «εἰϲόκε περ Τροίην διαπέρϲομεν» (Il. Ι 46) κάὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷεϲ» (Il. Π 698). καὶ «Τροίῃ ἐν εὐρείῃ (Il. 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτωϲ ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· «δῷϲι πόλιν Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην» (Od. λ 510). ταῦτα ὁ Ἡρωδιανόϲ. A. δῷϲι: Ζωΐλοϲ ὁ Ἀμφιπολίτηϲ καὶ Χρύϲιπποϲ ὁ Ϲτωικὸϲ ϲολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρηϲάμενον ῥήματι· τὸ γὰρ δῷϲί φαϲι πληθυντικόν. ἀγνοοῦϲι δέ· ἔϲτι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡϲ τὸ λέγῃ λέγῃϲι, φέρῃ φέρῃϲι. τοιοῦτόν ἐϲτι καὶ τὸ ἐν Ὀδυϲϲείᾳ (α 168) τὸ «φῇϲιν ἐλεύϲεϲθαι» καὶ τὸ «εἰϲόκε μοι μάλα πάντα πατὴρ ἀποδῷϲιν ἕεδνα» (Od. θ 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προϲκείμενον. μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανόϲ. A.