Ancient Greek
114 to 126
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 114-126
Not analysed yet
114. ο ἑθεν: οὕτωϲ ὀξυτονητέον τὴν οὔ ἀπόφαϲιν, ἵν᾿ εἰϲ ἁπλῆν μεταληφθῇ ἀντωνυμίαν· τοῦτο γὰρ καὶ Ἀρίϲταρχοϲ παρήγγειλεν ἐὰν γὰρ ὀρθοτονήϲωμεν, ἔϲται τὸ ἑαυτῆϲ ϲύνθετον· οὕτωϲ οὖν ὡϲ τὸ «οἵ ἑθεν ὀτρύνοντοϲ (Il. Ο 199) καὶ «οὕϲ ἑθεν εἵνεκ᾿ ἔπαϲχον» (Il Π 128). A. 116. καὶ ὧϲ: τὸ ὡϲ, ὁπότε ϲημαντικόν ἐϲτι τοῦ ὅμωϲ, περιϲπᾶται. A. 126. ταῦτ᾿: τὸ ταυτ᾿ Τυραννίων ὀξύνει, ἵν᾿ ᾖ τὰ αὐτὰ. ABL.