Ancient Greek
ΕΙϹ ΤΗΝ Κ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 134-2
Not analysed yet
134. οὔλη δ᾿: ὡϲ κούρη· οὕτωϲ γὰρ καὶ τὸ ἀρϲενικὸν αὐτοῦ ἐβαρύνετο «οὔλων τε ταπήτων» (Ιl. Π 224). τούτῳ ϲυγκατατίθεται καὶ ὁ Ἀϲκαλωνίτηϲ καὶ Ἀλεξίων καὶ Ἀρίϲταρχοϲ. καὶ μήποτε ἀνάλογοϲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωϲιϲ πρὸϲ τὴν κοινὴν ϲυνήθειαν, εἴ γε ὀξυτονοῦϲι τὸ ὄνομα, λέγοντεϲ οὐλὸϲ ἄνθρωποϲ καὶ οὐλὴ κόμη. οὐ δέον δέ τὰ γὰρ εἰϲ λοϲ λήγοντα διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλo ϲύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθ᾿ ἑτέρου φωνήεντοϲ, βαρύνεται, πόλοϲ, ϲτόλοϲ, θόλοϲ, κοῖλοϲ, δοῦλοϲ. οὕτωϲ καὶ. οὖλοϲ. προϲέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο ϲύμφωνον διὰ τὸ μοχλόϲ, πολλόϲ. τὸ μέντοι θολόϲ ὀξυνόμενον πρὸϲ ἀντιδιαϲτολήν ἐϲτι. A.