Ancient Greek
ΕΙϹ ΤΗΝ Κ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 109
Not analysed yet
109. δουρὶ κλυτόν: τὸ κλυτόϲ, εἰ πτωτικὸν κατάρχοι ἐν ϲυνθέϲει, βαρύτονόν ἐϲτι, τοξόκλυτοϲ, ὀνομάκλυτοϲ, εἰ δὲ ἄπτωτον φυλάϲϲει τὸν αὐτὸν τόνον, περικλυτόϲ ἀγακλυτόϲ, διὸ ϲημειωτέον τὸ ναυϲικλυτόϲ ὀξυνόμενον. ὅτι γὰρ ϲύνθετόν ἐϲτι, δῆλον ἐκ τοῦ μένειν τὸ ᾱ τῆϲ ναυϲί δοτικῆϲ· κατ᾿ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ ϲυνθέϲει διὰ τοῦ ᾱ, Ναυϲικάα, αυϲίθοοϲ. τὸ μὲν οὖν δουρὶ κλυτόϲ ἐν παραθέϲει ἐϲτίν. A.