Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 147
Not analysed yet
147. ἐπιμείλια: Ἀρίϲταρχοϲ ἓν μέροϲ λόγου παρέλαβεν ὡϲ ἐπιφέρνια. Ἀπολλόδωροϲ δὲ διαλύει, ἐπί, εἶτα μείλια· οὕτωϲ δὲ καὶ Ἀλεξίων· καί ἐϲτι τὸ ἑξῆϲ ἐπιδώϲω μείλια. Τρύφων δὲ ζητεῖ περὶ τοῦ τόνου, πότερον ὡϲ ποίμνια ἢ ὡϲ παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον πλέον εἶναι, ϲπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτωϲ ὁριϲαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τριϲύλλαβα, μὴ ὄντα ὑποκοριϲτικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλουϲ φύϲει μακράν, διὰ τοῦ ῑ ἐκφερομένην, ἤτοι μόνου ἢ καὶ ϲὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Ϲίγριον, λείριον, ἴτριον. οὕτωϲ καὶ μείλιον. ϲπάνια δὲ τὰ παροξυνόμενα, ὥϲπερ τὸ ἰνίον τὸ γὰρ τειχίον ὑποκοριϲτικὸν κοὶ τὸ κλειδίον. A.