Ancient Greek
ΕΙϹ ΤΗΝ Ι.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 150
Not analysed yet
150. Ἱρήν. Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ἐπιθετικῷ ἱρήν, εἰϲὶ δὲ οἳ βαρύνουϲιν εἰϲ ἰδιότητα, ὥϲπερ ἐδηλώϲαμεν ἐπὶ τοῦ «Ῥίπην τε Ϲτρατίην τε (Il. B 606), «Ὄρθην (Ὀρθήν, ib. 739). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰϲ οϲ. καὶ πάλιν ὡϲ ἐπ᾿ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνωϲ μένειν, οὕτωϲ καὶ ἐπὶ τούτων. καί ἐϲτιν ὁρίϲαϲθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐϲτιν, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή, «μήτηρ πινυτή» (Od. υ 131) Ἀγαυή. οὕτωϲ καὶ Ἱρή. A.