Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 151
Not analysed yet
151. ὡϲ δὲ ἴδεν νεῦρόν τε: ἴδεν: ϲυϲταλτέον τοῦ ἴδὲ τὸ ῑ, ὁμοίωϲ τῷ «οὐκ ἴδον, οὐ πυθόμην» (Od. ψ 40). εἰϲὶ δὲ οἳ ἀναγινώϲκουϲιν «ὡϲ δ᾿ εἶδεν νεῦρόν τε», ὁμοίωϲ τῷ «ὡϲ εἶδεν δύο φῶτε» (Il. E 572), οὐχ ὑγιῶϲ. ἐνθάδε γὰρ οὐκ ἄλλωϲ δυνάμεθα ἀναγνῶναι ἢ φυλάϲϲοντεϲ τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι, ὅτι ὅταν ἡ προκειμένη λέξιϲ εἰϲ τὸ ε καταλήγῃ, ἤτοι διαϲτέλλει τὸ ῑ ἀπ᾿ αὐτῆϲ μετὰ ϲυϲτολῆϲ, ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε, ἔκθλιψιν μὲν οὕτωϲ «τὸν δ᾿ ἴδεν Αἰνείαϲ» (Ιl. E 166) καὶ «νῦν δ᾿ ἴδεν ὃϲ μέγ᾿ ἄριϲτοϲ (Ιl. B 82), διαϲτολὴν δὲ οὕτωϲ μετὰ ϲυϲτολῆϲ «τὴν δὲ ἴδεν προμολοῦϲαν» (Ιl. 382) καὶ «τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ» (Od. ε 333). οὕτωϲ οὖν καὶ ἐνθάδε. A.