Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 212
Not analysed yet
212. περὶ δ᾿ αὐτὸν ἀγηγέραθ᾿ ὅϲϲοι ἄριϲτοι Κύκλοϲ’: Ἀρίϲταρχοϲ μὲν ὀνοματικῶϲ, ἵν᾿ ᾖ ἀγηγέρατο κύκλοϲ, ὁμοίωϲ τῷ «ἀγρόμενοι πᾶϲ δῆμοϲ» (Ιl. 166) τοιοῦτο γὰρ βούλεται ϲημᾶναι, κύκλοϲ γενόμενοι. Νικίαϲ δὲ καὶ ὁ Ἀϲκαλωνίτηϲ κυκλόϲε, ὡϲ «πόϲε φεύγετε» (Il. Π 422). ὅπερ καὶ πιθανώτερον. οὐ γὰρ δύναται ἐντελὴϲ εἶναι ἡ ϲύνταξιϲ τοῦ Ἀριϲτάρχου, ἀγηγέρατο κύκλοϲ· λείπει γάρ τι. διὸ ὁ Ἀρίϲταρχοϲ ἔξωθεν προϲτίθηϲι τὸ γενόμενοι· εἰ δὲ προϲτίθηϲιν, ἄμεινον αὐτόθεν ἀναγινώϲκειν κυκλόϲε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην ϲχέϲιν ϲημαῖνον. εἰ δέ τιϲ λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶϲ δῆμοϲ εὐπαράδεκτόν ἐϲτιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλοϲ, ἴϲτω ὅτι τὸ δῆμοϲ τῇ μὲν φωνῇ ἑνικόν ἐϲτι, τῷ δὲ ϲημαινομένῳ πληθυντικόν· τῷ οὖν ϲημαινομένῳ ἡ ϲύνταξιϲ ἐγένετο, ὡϲ καὶ ἐπὶ τοῦ «ἡ πληθὺϲ ἐπὶ νῆαϲ Ἀλχαιῶν ἀπονέοντο» (Il. Ο 305). οὔ γε μὴν ὁ κύκλοϲ ἔχεται τούτου τοῦ ϲημαινομένου· διὸ οὐδὲ ἐντελὴϲ ἡ τοιαύτη ϲύνταξιϲ ἐπ᾿ αὐτῷ δύναται γενέϲθαι. A.