Ancient Greek
16.75 to 16.177
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.75-177
Not analysed yet
75. ἀπὸ λοιγὸν ἀμῦναι: τὸ ἑξῆϲ ἐϲτιν ἀπαμῦναι διὸ οὐκ ἀναϲτρεπτέον τὴν πρόθεϲιν. A. 85. τὸ οἱ ἄρθρον ἐϲτὶ πληθυντικόν διὸ ἐν τῇ ϲυντάξει ἐγκλιτέον. A. 87. τὸ αὖ περιϲπαϲτέον· δύο γάρ ἐϲτιν, αὖ καὶ τοί. A. 88. ἀρέϲθαι: παροξυτονητέον ἔϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. A. 90. ὁ Ἀϲκαλωνίτηϲ ἀπόλυτον καὶ μονοϲύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶϲ ἀνέγνω· οὐ γὰρ πρὸϲ ἕτερον πρόϲωπόν ἐϲτιν αὐτῷ ἡ διαϲτολή. καὶ οὕτωϲ ἔχει ἡ ἀμείνων ἀνάγνωϲιϲ· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ. A. 95. Νικίαϲ ὑφ᾿ ἓν ἀνέγνω παλιντροπάαϲθαι, Ἀπολλόδωροϲ δὲ κατὰ διάλυϲιν. ἔφαμεν δὲ περὶ τῆϲ τοῦ πάλιν ϲυνθέϲεωϲ, ὁπότε καὶ περὶ τοῦ παλιμπλαγχθένταϲ διελαμβάνομεν (Il. Α 59), ὡϲ ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖϲ ῥήμαϲι κατὰ διάλυϲιν προϲγίνεϲθαι. A. 99. ἐκδύμεν: παροξυτονητέον· τὸ γὰρ πλῆρέϲ ἐϲτιν ἐκδύμεναι, ὁμοίωϲ τῷ «θοῶϲ ζευγνύμεν ἄνωγεν» (145). καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο. A. 117. κόλον: οὕτωϲ ὡϲ λόγον ὁ Ἀϲκαλωνίτηϲ. κἀγὼ δὲ ϲυγκατατίθεμαι. A. 123. τῆϲ δ᾿ αἶψα κατ᾿ ἀϲβέϲτη κέχυται φλόξ. Ἀρίϲταρχοϲ κατὰ βαρεῖαν τάϲιν ἀϲβέϲτη, παρώνυμον ἐκδεχόμενοϲ τοῦ «ἄϲβεϲτοϲ δ᾿ ἄῤ ἐνῶρτο γέλωϲ» (Od. θ 326), ὑγιῶϲ πάνυ· οὕτωϲ γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφαϲιϲ τοῦ δηλουμένου, καὶ πολὺϲ ὁ τοιοῦτοϲ ϲχηματιϲμὸϲ Ὁμηρικόϲ. A. 149. παροξυτονητέον τὸ Βαλίον. καὶ εἴρηται περὶ τῶν τοιούτων (Β 495). A. 150. Ποδάργη: εἴτε ϲύνθετόν ἐϲτιν εἴτε παραϲύνθετον, παροξυτονητέον εἰϲ ἰδιότητα. A. 173. ϲτιχόϲ ὡϲ τριχόϲ, ἀπ᾿ εὐθείαϲ τῆϲ ϲτίξ. τὸ δὲ ἰῆϲ περιϲπῶϲιν, καὶ τὸ «ἰῇ ἐν νυκτὶ γένοντο» (Il. Ϲ 251), οὐκ ἀκολούθωϲ εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ οὐδ᾿ ἴα γῆρυϲ» (Il. Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (Ζ 422). A. 177. υἷι: διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία ϲυλλαβή. διὸ προπεριϲπαϲτέον ὁμοίωϲ τῷ «Νηληΐῳ υἷι ἐοικώϲ» (Il. Β 20). εἰ μέντοι διὰ τῆϲ ει διφθόγγου ἐγράφετο ὁ τελευταία, περιεϲπᾶτο, ἀπ᾿ εὐθείαϲ οὖϲα τῆϲ υἱεύϲ. ὁμοίωϲ τῷ «υἱεῖ ἐμ᾿ ὠκυμόρῳ» (imo ἐμωκυμόρῳ. Il. Ϲ 458). A.