Ancient Greek
Book 16
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 16.827
Not analysed yet
827. πέφνοντα: ὡϲ τέμνοντα· οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Τυραννίων παροξύνει ὡϲ λαβόντα, δεύτερον ἀόριϲτον ἐκδεχόμενοϲ. οὕ τωϲ δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει «κῆρ ἄχεοϲ μεθέηκα, χερείονά περ καταπέφνων» (Il. Ρ 539), τοῦ Ἀριϲτάρχου βαρύνοντοϲ. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆϲθαι. εἰ γὰρ πέφνω, πέφνειϲ, πέφνει οὐ λέγομεν, ὑποτακτικῶϲ δὲ πέφνω, πέφνῃϲ, πέφνῃ, καὶ «πέφνε γὰρ Ὀθρυονῆα» (Il. Ν 363) καὶ ἔϲτι δεύτεροϲ ἀόριϲτοϲ ὡϲ ἔλαβε λάβω, λάβῃϲ, λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίϲταρχοϲ καὶ τῷ χαρακτῆρι τῆϲ φωνῆϲ ἐπείϲθη, καὶ οὕτωϲ ἐβάρυνεν. ἐπεὶ γὰρ αἱ εἰϲ νων λήγουϲαι μετοχαί, ἔχουϲαι πρὸ τοῦ ν ϲύμφωνον κατ᾿ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεϲπῶντο, οὐδέποτε δὲ ὠξύνοντο, ὥϲπερ ἔχει ἡ τέμνων, κάμνων, πιτνῶν, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τιϲ λέγοι διὰ τί γὰρ οὐ περιϲπᾷ; διδαχθήϲεται ἐκ τῆϲ κλίϲεωϲ· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡϲ νοοῦντα. οὕτωϲ δὲ καὶ ἡ ἴϲαϲ μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ ϲτοιχείου, οὐ τῇ κλίϲει τῇ τοῦ ἐνεϲτῶτοϲ, ὥϲπερ ἀπεδείξαμεν. A.