Ancient Greek
5 to 38
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 5-38
Not analysed yet
5. τὸ πρωτοτόκοϲ, πρὸ τέλουϲ ἡ ὀξεῖα· ἔϲτι γὰρ δραϲτικὸν καὶ μὴ ὑποπῖπτον τοῖϲ τρόποιϲ τοῖϲ προπαροξύνουϲιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτωϲ τεχθεῖϲαν. A. 9. ἐϋμμελίαι: καὶ ἐπὶ τούτου πρὸ τέλουϲ ἡ ὀξεῖα. ὁμοτονεῖ γὰρ τοῖϲ ἑνικοῖϲ τὰ εἰϲ ᾱι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰϲ αϲ καὶ εἰϲ ηϲ ἰϲοϲυλλάβωϲ κλινομένων καὶ βραχείᾳ παραληγομένων. A. 37. ἀρητόν: τὰ εἰϲ τοϲ ῥηματικά, παραληγόμενα τῷ η, ὑπὲρ δύο ϲυλλαβάϲ, ὀξύνεϲθαι θέλει. A. 38. περιϲπαϲτέον τὸν ἦ βεβαιωτικόν. A.