Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 160
Not analysed yet
160. κείν᾿: λέγει ὁ τεχνικὸϲ ἐν τῷ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην ϲυλλαβήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίϲω ϲυλλαβήν, καὶ ἐὰν ᾖ ἡ ἐκθλιβεῖϲα ϲυλλαβὴ ἡ ἔχουϲα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίϲω ϲυλλαβὴ φύϲει μακρά, τῷ τονικῷ παραγγέλματι γίνεται περιϲπώμενον. περιϲπᾷ γοῦν τὸ δῆλον (δεῖλ᾿ Heyn.) . ἐν δὲ τῇ Ὁμηρικῇ προϲῳδίᾳ ἐναντιοῦται τούτῳ. A.