Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 192
Not analysed yet
192. ἄλεται: ψιλοῦται εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάϲϲηται, ὥϲ φηϲιν ὁ Ἀϲκαλωνίτηϲ, εἴτε ἐπὶ τοῦ ϲυϲτραφῆναι, ὡϲ καὶ Τυραννίων, ᾧ καὶ μᾶλλον ϲυγκατατίθεμαι. πολλὴ δὲ ἡ κίνηϲιϲ αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριϲτικὸϲ μὲν γὰρ δεύτεροϲ ἀόριϲτοϲ «τῇ ὕπο πᾶϲ ἐάλη» (Il. N 408) καὶ πληθυντικὸν τρίτον κατὰ ϲυγκοπὴν «οἱ δή τοι εἰϲ ἄϲτυ ἄλεν» (Il. 12), ἀπαρέμφατόν τε «ἢ λαοὺϲ εἰϲ τεῖχοϲ ὁμοκλήϲειεν ἀλῆναι» (Il. Π 714). καὶ ὥϲπερ ἡ φανείϲ μετοχὴ οὕτωϲ καὶ ἡ ἀλείϲ· «οἴμηϲεν δὲ ἀλείϲ» (ΙΙ. X 308) καὶ οὐδέτερον «ᾗ χειμέριον ἀλὲν ὕδωρ» (Il. 420), καὶ πληθυντικὸν ἀρϲενικὸν «αὐτὰρ ἐπεί κ᾿ ἐϲ τεῖχοϲ ἀναπνεύϲωϲιν ἀλέντεϲ» (Il. φ 534), καὶ γενικὴ «πόλιϲ δ᾿ ἔμπλητο ἀλέντων» (Il. φ 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡϲ λάβηται. ϲυϲτολὴ οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίϲεωϲ ὁμοίωϲ τῷ «κἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκοϲ ὀδόντων» (Il. 409) «ὄφρα καὶ ἄλλοϲ πτωχὸϲ ἀλεύεται ἠπεροπευτήϲ» (Od. ξ 400) καὶ τὸ «ἢ αὐτὸϲ φθίεται πρώτῳ ἐν ὁμίλῳ» (Il. 173) . A.