Ancient Greek
17 to 105
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 17-105
Not analysed yet
17. προπαροξυτονητέον τὸ ἐπαύρηαι, ὁμοίωϲ τῷ «εἰϲόκε τοὺϲ ἀφίκηαι» (Od. λ 122)· ἐϲτι γὰρ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ «ϲὺ δέ κεν κακὸν οἶτον ὄληαι» (Il. Γ 417)· καὶ γὰρ οὗτοϲ μέϲοϲ δεύτεροϲ ἀόριϲτοϲ. A. 26. πεπιθοῦϲα: ὡϲ δραμοῦϲα· ἔϲτι γὰρ δεύτεροϲ ἀόριϲτοϲ δεδιπλαϲιαϲμένοϲ, ὥϲπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματοϲ ἔθοϲ αὐτῷ ποιεῖν. «ῥηϊδίωρ πεπιθεῖν» (Il. Ι 184). A. 105. 106. ἔφαμεν τὸν η κατ’ ἀρχὴν ὄντα διαπορητικὸν περιϲπᾶϲθαι, ὥϲπερ καὶ ἐνθάδε. τοὺϲ μέντοι ἑξῆϲ ἐγκλιτέον ἐν τῇ ϲυντάξει· εἰϲὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡϲ τὸ «ἢ ἔπει ἠὲ βίῃ» (puto ἢ ἔπει ἢ ἔργῳ Α 504). A.