Ancient Greek
ΕΙϹ ΤΗΝ Ο.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 127
Not analysed yet
127. ἡ δ’ ἐπέεϲϲι καθάπτετο. δαϲυντέον τὸ ἡ ἄρθρον. δύναται μέντοι καὶ ϲύνδεϲμοϲ ἐξακούεϲθαι, ἵνα γένηται καὶ ἐπέεϲϲι καθάπτετο. καὶ ἔϲτιν ὅμοιον τοῖϲ τοιούτοιϲ «βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἡ δὲ διὰ πρό» (Il. Ε 66)· «ἡ δὲ χιτῶν’ ἐνδῦϲα» (ib. 736)· καὶ γὰρ ἐπὶ τούτων διχῶϲ ἀνέγνωϲαν, ὥϲπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδύϲϲείᾳ (ε 391) αὐτίκ’ ἔπειτ’ ἄνεμοϲ μὲν ἐπαύϲατο, ἡ δὲ γαλήνη». ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεϲθαι, ὥϲπερ καὶ Ἀριϲτάρχῳ ἐδόκει. A.