Ancient Greek
ΕΙC THN Υ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 17-2
Not analysed yet
17. ἦ: ἐρωτηματικὸϲ ὁ ϲύνδεϲμοϲ καὶ ἅπαξ εἰλημμένοϲ κατὰ μίαν διάνοιαν. διὸ περιϲπαϲτέοϲ. τοῦτο δέ φημι πρὸϲ τὰ τοιαῦτα «ἢ δολιχὴ νοῦϲοϲ ἦ Ἄρτεμιϲ ἰοχέαιρα »(Od. λ 172), «ἠὲ νέον μεθέπειϲ ἦ καὶ. πατρώϊόϲ ἐϲϲι »(Οd. α 175). ἐν γὰρ ταῖϲ τοιαύταιϲ ϲυντάξεϲιν ὁ μὲν πρότεροϲ ἤ ἐγκλίνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται. A.