Ancient Greek
ΕΙC THN Υ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 30
Not analysed yet
30. δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ: ὑπέρμορον: Ἀριϲτοφάνηϲ ὡϲ ὑπέρβιον, ἕν μέροϲ λόγου ποιῶν, καὶ ὁ Ἀϲκαλωνίτηϲ, ἐπεὶ ἀντὶ ἐπιρρήματοϲ τοῦ ὑπερμόρωϲ παρείληπται ὁμοίωϲ πληθυντικῷ τῷ «ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ» (Il. B 155). καὶ ὃν τρόπον «οὐ μὲν καλὸν ἀτέμβειν »(Od. φ 312) ἀντὶ τοῦ καλῶϲ ἐϲτι καὶ τὸ πληθυντικὸν «ο μὲν καλὰ χόλον τόνδ’ ἔνθεο »(Π. Ζ 326), οὕτωϲ καὶ τὸ προκείμενον ἑνικῶϲ καὶ πληθυντικῶϲ εἰϲ ϲύνταξιν παρελεύϲεται ἐπιρρήματοϲ, «δείδω μὴ καὶ τεῖχοϲ ὑπέρμορον ἐξαλαπάξῃ» καὶ. ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ». ἐντελῶϲ δὲ ἐν τῇ Β (155 )περὶ τῆϲ προϲῳδίαϲ διελάβομεν. διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήϲω, ὡϲ ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυϲϲείᾳ (α 35), λέγω δὲ τὸ «ὡϲ καὶ νῦν Αἶγιϲθοϲ ὑπέρμορον» κατὰ διάλυϲιν ἀναγινώϲκεϲθαι ὁμοίωϲ τῷ «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδοϲ» (336), ὥϲπερ ἤδη ἀπεφηνάμην. A.