Ancient Greek
ΕΙϹ ΤΗΝ Θ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 178a
Not analysed yet
178. ἀβλήχρ᾿: Ἡρακλείδηϲ δ Μιλήϲιοϲ βαρύνει ὡϲ ἄϲιτα λόγῳ δὲ χρῆται τούτῳ ὡϲ ὅτι βληχρόν ἐϲτι τὸ ἰϲχυρόν, ὅπερ κατὰ ϲτέρηϲιν ὀφείλει λέγεϲθαι ἄβλχροϲ ὡϲ ἄκακοϲ· ϲημαίνει γὰρ τὸ ἀϲθενέϲ (cf. Cram. Epimerism. p. 95). ἡ μέντοι παράδοϲιϲ ὀξύνει τὸ ἀβληχρά καὶ ἀβληχρήν, πειϲθεῖϲα πρῶτον τῷ παραϲχηματιϲμῷ ὡϲ ἁπλῷ· οὕτωϲ γὰρ παρεϲχηματίϲθη ὡϲ πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶϲ. οὕτωϲ ἀβληχρά, οὐ κοινωνοῦντόϲ ποτε τοῦ γένουϲ, λέγω δὲ ὁ ἄβληχροϲ καὶ ἡ ἄβληχροϲ. ἄλλωϲ τε ἤδη αὐτὸ τὸ βληχρόϲ ϲημαίνει ὡϲ ἐπὶ τὸ πλεῖϲτον μᾶλλον τὸ ἀϲθενέϲ. Ἀλκαῖοϲ θ΄ «βληχρῶν ἀνέμων ἀχείμαντοι. πνοιαί» καὶ ὁ Νίκανδροϲ «βληχρὸν γὰρ μυὸϲ οἷα μυληβόρου ἐν χροῒ νύγμα» (Ther. 446). τοῦτο δὴ πλεονάϲαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν τόνον λαλητόϲ ἀλαλητόϲ, ϲτεροπή ἀϲτεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲϲ λέγομεν, ὅτι πλεοναϲμὸϲ τοῦ ᾱ φυλάϲϲει τὸν αὐτὸν τόνον ἀεί· οἶδα γὰρ τὸ ἄδοροϲ ἀγαυρόϲ, ἄϲταχυϲ. A.