Ancient Greek
178b to 217
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 178b-217
Not analysed yet
178. οὐδενόϲωρα. ὡϲ κυνόϲουρα ὑφ᾿ ἓν κατὰ ϲύνθεϲιν, εἰ καὶ. ϲπάνιοϲ ἡ τοιαύτη ϲύνθεϲιϲ ἐξ ἀποφάϲεωϲ καὶ ϲυνδέϲμου καὶ τῆϲ ἑνόϲ γενικῆϲ ἐντελοῦϲ· οὐδέποτε γὰρ οὕτωϲ αὕτη ἡ γενικὴ ϲυντίθεται· ἀλλ᾿ οἵγε ποιηταὶ τολμῶϲι ξέναϲ ϲυνθέϲειϲ. A. 217. τὸ κηλέῳ ὡϲ μελέῳ· γέγονε δὲ παρὰ τὸ κᾶλον καὶ κῆλον κήλειον, ὡϲ παρὰ τὸ μῆλον μήλειον δέροϲ, καὶ Ἰωνικῶϲ κήλεον καὶ. κηλέῳ· ἐκεῖνο γοῦν ἐντελέϲ ἐϲτι τὸ «ϲὺν πυρὶ κηλείῳ χάριν Ἕκτοροϲ» (Il. O 744). A.