Ancient Greek
183 to 221
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 183-221
Not analysed yet
183. μορόεντα. οὕτωϲ Ἀρίϲταρχοϲ ἀπὸ τοῦ μ ποιεῖται τὴν διαϲτολὴν καὶ ὁ Ἀϲκαλωνίτηϲ. καὶ οὕτωϲ ὁ λόγοϲ ἔχει. τὰ γὰρ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείαϲ γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺϲ ἀπὸ τοῦ ᾱ τὴν διαϲτολὴν ποιουμένουϲ, ἵνα τὸ ᾱ ἐπιτατικὸν ὑπάρχῃ μηδενὸϲ κατεπείγοντοϲ. A. 209. ὁμωθῆναι: δαϲυντέον τὸ ο. ὡϲ χρυϲωθῆναι δὲ ἀναγνωϲτέον. A. 221. ἄπρηκτόν γε νέεϲθαι: τουτέϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ. Δημήτριοϲ δὲ γενέεϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ· οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ τὸ λαβέϲθαι λαβέεϲθαι, ἵνα καὶ τὸ γενέϲθαι γενέεϲθαι γένηται. A.