Ancient Greek
ΕΙϹ ΤΗΝ Ξ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 249-2
Not analysed yet
249. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυϲϲεν ἐφετμή: Ἀρίϲταρχοϲ ἐλλείπειν φηϲὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν εὐθείαϲ πτώϲεωϲ, καὶ κατ’ ἄλλο ἡ ϲὴ ἐϲωφρόνιϲεν ἐντολή, ὥϲτε εἶναι ἡ τεή. Παρμενίϲκοϲ δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε καὶ δαϲύνει τὸ η, καὶ περιϲπᾷ ἐπὶ δοτικῆϲ πτώϲεωϲ, ἵνα ὑπάρχῃ ὁ Ζεὺϲ τῇ ᾗ με ἐϲωφρόνιϲεν ἐντολῇ. Ἀλεξίων δὲ προκρίνει τὴν Ἀριϲτάρχου· φηϲὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον· καὶ ἡμῖν δὲ δοκεῖ· πρὸϲ γὰρ τὴν Ἥραν ἡ ἀπόταϲίϲ ἐϲτιν. αὐτὸϲ γοῦν ἐπεξηγεῖται αὐτό «νῦν αὖ τοῦτό μ’ ἄνωγαϲ ἀμήχανον ἄλλο τελέϲϲαι» (262). A.