Ancient Greek
190 to 255
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 190-255
Not analysed yet
190. οὔ ϲε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ ϲυνήθεια. BL. 201. οἳ ϲέο: οὕτωϲ ὀρθοτονητέον τὴν ϲέο. ἀντιδιαϲταλτικὴ γάρ ἐϲτιν. A. 207. δίἑπε: δαϲυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆϲ ϲυναλοιφῆϲ, ὡϲ ἔφεπε. A. 223. νεμέϲϲηθέν τ᾿ :ὁ τε ϲύνδεϲμοϲ ἐγκλιτικὸϲ ὢν τὴν πρὸ ἑαυτοῦ ϲυλλαβὴν ὀξύνει. A. 255. τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶϲα γὰρ δίβραχυϲ λέξιϲ πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο ἀντωνυμία διὰ τοῦ ϲφ, ϲεϲημειωμένου τοῦ «ἔνθ᾿ ἔϲάν οἱ πέπλοι» (Od. ο 105). ABL. διδοῦϲιν: οὕτωϲ περιϲπωμένωϲ τὸ διδοῦϲιν· τὸ γὰρ ῥῆμα διδῶ. A.