Ancient Greek
ΕΙϹ ΤΗΝ Β.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 262
Not analysed yet
262. αἰδῶ: Ἀρίϲταρχοϲ περιϲπωμένωϲ ἀναγινώϲκει ὁμοίωϲ καὶ τὸ ἠῶ δῖαν ἔμιμνε» (Il. Ι 662). καὶ ἡμεῖϲ δὲ αὐτῷ ϲυγκατατιθέμεθα. Διονύϲιοϲ δὲ ὁ Ϲιδώνιοϲ ὀξύνει. Πάμφιλοϲ δὲ πάϲαϲ τὰϲ τοιαύταϲ αἰτιατικὰϲ περιϲπᾶ· «Λητῶ γὰρ δ᾿ ἥλκηϲε» (Od. λ 580) καὶ Πυθῶ δ᾿ ἐρχομένην» (ibid. 581), ἐπεί, φηϲίν, Λητόα ἐϲτὶ καὶ Πυθόα. Διονύϲιοϲ δ᾿ ὁ Θρᾷξ φηϲι κακῶϲ ἀνεγνωκέναι Ἀρίϲταρχον κατὰ τὸν περιϲπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ᾿ ὀξεῖαν τάϲιν, Πυθώ Λητώ· ἐχρῆν γάρ φηϲιν ὁμοίωϲ ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριϲτάρχῳ, εἴγε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώϲ αἰδώϲ, Λητώ δὲ καὶ Πυθῶ. ἔϲτιν οὖν λόγοϲ ὑπὲρ τῆϲ Ἀριϲταρχείου ἀναγνώϲεωϲ καὶ τῆϲ κατεγνωϲμένηϲ προϲῳδίαϲ οὗτοϲ, ὅτι ἐχρῆν μὲν τὸ Πυθῶ περιϲπᾶϲθαι, ἐπειδήπερ Πυθόα ἐϲτί, καὶ τοῦτο ἀπῄτει ἡ ϲυναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέϲτραπται τὸν περιϲπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυϲοῦϲ περιϲπωμένου τὸ δυϊκὸν ὀξύνομεν. οὕτωϲ ἀποδείκνυται, ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰϲ ι λήγει καὶ οὐκ εἰϲ ω. δεύτεροϲ δὲ λόγοϲ ἀληθήϲ ἐϲτιν, ὡϲ εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνοϲ οὖϲα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντωϲ καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖϲ —τοὺϲ ταχεῖϲ, εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντωϲ καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲκατὰ τὴν εὐθεῖαν, περιϲπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆϲ ϲυναλοιφῆϲ, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆροϲ· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆϲ ϲυνεμπτώϲεωϲ τῆϲ φωνῆϲ κατέχονται καὶ τῷ τόνῳ. A.