Ancient Greek
ΕΙϹ ΤΗΝ Γ·
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 198
Not analysed yet
198. ὀΐων: Ἀρίϲταρχοϲ διϲυλλάβωϲ ὡϲ αἰγῶν καὶ Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ· Ἀριϲτόνικοϲ δὲ τριϲυλλάβωϲ, ὡϲ τὸ (Ι. ὅϲ τ᾿) ὀΐων μέγα πῶϋ. ὁ μέντοι Πτολεμαῖοϲ οὐχ ὑγιὲϲ αἴτιον ἐπιφέρει τῆϲ διϲυλλάβου ἀναγνώϲεωϲ· φηϲὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοϲύλλαβόϲ ἐϲτιν, οἶϲ ὡϲ αἶξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴϲ μονοϲυλλάβωϲ εἶπε τὴν εὐθεῖαν, διϲυλλάβωϲ δὲ «τοῖϲι δ᾿ ὄϊϲ λάϲιοϲ» (Ιl. 125) καὶ «μῆλ᾿ ὄϊέϲ τε καὶ αἶγεϲ» (Od. ι 184) καὶ «Πειρεϲίῃ δ᾿ ἀπάνευθεν ὄϊν» (Od. κ 524) ἕνεκα δὲ μέτρου «οἰὸϲ ἀωτῷ» (Od. α 443) καὶ «οἰῶν τε βληχήν» (Od. μ 266). ὥϲτε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξαϲθαι τὴν τοῦ Ἀριϲτονίκου ἀνάγνωϲιν. καὶ γὰρ ἄλλωϲ τὸ ὄϊϲ ἀναλογώτερον ἔϲται διϲύλλαβον ὂν τοῦ μονοϲυλλάβου· πολλὰ γὰρ τὰ εἰϲ ιϲ λήγοντα ἐπ᾿ εὐθείαϲ, οὐδὲν δὲ εἰϲ οιϲ, ὅτι μὴ μόνον τὸ οἶϲ καὶ παρὰ Ἀττικοῖϲ τὸ φθοῖϲ. A.