Ancient Greek
ΕΙϹ ΤΗΝ Γ·
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 182
Not analysed yet
182. ὀλβιόδαιμον: προπαροξυτόνωϲ· ἔϲτι γὰρ ϲύνθετον· τὰ δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰϲ ον περατουμένην, προπεριϲπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον, Ἀρετᾶον. ϲύνθετα μέντοι ἀναδίδωϲι τὸν τόνον, κυλλοπόδιον, Ποϲείδαον, ὀλβιόδαιμον. καὶ ἐπὶ τῶν ἄλλων τῶν ϲυνθέτων τὸ αὐτό, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγάμεμνον· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβαϲε κατὰ κλητικήν, ἐπεὶ ϲύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν ϲυντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον, δαΐφρον. ὅθεν ϲημειῶδεϲ ἐκεῖνο κατὰ κλητικήν «ἰὼ Λακεδαῖμον» Ἀριϲτοφάνηϲ Ὁλκάϲιν· καὶ ϲύνθετον τὸ «ψευδόμενοί ϲε Παλαῖμον». A.