Ancient Greek
2 to 4
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 2-2-4
Not analysed yet
2. δάμεν: ὁμοίωϲ τῷ «πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δ’ ἐλίποντο» (Il. Μ 14) καὶ τῷ «φάνεν δέ οἱ εὐρέεϲ ὦμοι» (Od. ϲ 68) ἀνεγνώϲθη κατὰ ἀφαίρεϲιν τοῦ ἄρχοντοϲ χρόνου· ἔφαμεν δὲ τὰ τοιαῦτα ἀδιαφόρωϲ εὑρεθῆναι παρὰ τῷ ποιητῇ (Δ 3, Β 808). A. 4. ὑπαὶ δείουϲ: ἡ ὑπό πρόθεϲιϲ ὑπαί ἐγένετο ὁμοίωϲ τῇ «ὑπαὶ πόδα νείατον ἵδηϲ (Il. Β 824)· καὶ ἔϲτι τὸ ἑξῆϲ ὑπὸ δέουϲ. οὕτω κοὶ Ἀρίϲταρχοϲ. διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί, καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθοϲ τὸ τῆϲ ἀποκοπῆϲ. A.