Ancient Greek
463 to 521
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 463-521
Not analysed yet
463. λικριφίϲ: Ἀρίϲταρχοϲ ὀξύνει ὁμοίωϲ τῷ ἀλλήλοιϲιν ἔφυν ἐπαμοιβαδίϲ» (Od. ε 481). (Cf. ad Ϲ 506). καὶ οὕτωϲ ἐπεκράτηϲεν ἡ ἀνάγνωϲιϲ. A. 509. ἀνδράγρια: ὡϲ ἀντάξια. καὶ γὰρ ϲύνηθεϲ αὐτῷ τὸ τοιοῦτον εἶδοϲ· καὶ γὰρ ζωάγρια εἶπε καὶ βοάγρια καὶ μοιχάγρια. A. 521. τὸ μὲν ὁμοῖοϲ ὡϲ ἀλλοῖοϲ ἀναγνωϲτέον· τὸ γὰρ προπαροξύνειν μεταγενεϲτέρων ἐϲτὶν Ἀττικῶν. Τὸ δὲ ἐπιϲπέϲθαι παραξυτονητέον ὁμοίωϲ τῷ ἀποθέϲθαι ἔϲτι γὰρ τὸ ἁπλοῦν ϲπέϲθαι. προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων. A.