Ancient Greek
ΕΙϹ ΤΗΝ Μ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 20-2
Not analysed yet
20. Κάρηϲοϲ: Τυραννίων ὀξύνει τὸ Κάρηϲοϲ ὡϲ Παρναϲϲόϲ. οὕτωϲ γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεϲθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίϲταρχοϲ. βαρύνει ὡϲ Κάνωβοϲ. εἴπομεν δὲ ἐν ἑτέροιϲ ὅτι οὐ πάντωϲ ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆϲιϲ καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωϲιν, ὁπότε περὶ. τοῦ «Γλιϲᾶντα» (Il. B 504) διελάβομεν, εἴγε Διονύϲιοϲ ἱϲτορεῖ τοὺϲ ἐγχωρίουϲ ϲυϲτέλλειν τὸ ῑ καὶ μὴ περιϲπᾶν. τό τε Λύκαϲτοϲ ὁ αὐτὸϲ ἱϲτορεῖ ὀξύνεϲθαι, ἡμῶν ἀναγινωϲκόντων βαρυτόνωϲ (Il. B 647). οὕτωϲ οὖν εἰκὸϲ καὶ ἐπὶ τοῦ Κάρηϲοϲ μὴ πειϲθῆναι τὸν Ἀρίϲταρχον ὁμοίωϲ τοῖϲ ἐγχωρίοιϲ προενέγκαϲθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰϲ οϲ λήγοντα ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενα, τῷ παραληγόμενα, ἕτερον ἔχοντα ϲ, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆϲ ἐκείνων τάϲεωϲ, εἴγε τὸ Ἁλικαρνηϲϲόϲ διϲϲὸν ἔχει τὸ ϲ, Λυκαβηϲϲόϲ, Ταρτηϲϲόϲ, τὸ μέντοι Κάρηϲοϲ ἐν ἔχει τὸ c. ἴϲωϲ οὖν διὰ τοῦτο ἐξηλλάγη. A. Ῥοδίοϲ παροξυτονητέον ὡϲ κύριον.