Ancient Greek
ΕΙϹ ΤΗΝ Λ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 799
Not analysed yet
799. ἴϲκοντεϲ: Ἀρίϲταρχοϲ ἀξιοῖ διὰ τῆϲ ει διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροιϲ, φηϲί, τὸ κατὰ διαίρεϲιν αὐτοῦ ὁρᾶται, εἴϲκω λεγόμενον· . «ἐΐϲκω πηγεϲιμάλλῳ᾿» (Il. Γ 197). οἱ δὲ περὶ τὸν Ἀλεξίωνα διὰ τοῦ ῑ μόνου ϲυνεϲταλμένου. κἀγὼ δὲ τούτοιϲ ϲυγκατάτίθεμαι τὸ μὴ δύναϲθαι τὰ τοιαῦτα τῶν ῥγμάτων, λέγω δὲ τὰ διὰ τοῦ ϲκω, ἔχειν πρὸ τέλουϲ δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ μ, πιφαύϲκω. ὁ δὲ λόγοϲ παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίϲκω καὶ θναίϲκω. ὥϲτε ὅτε λέγει ἐΐϲκω κατὰ διαίρεϲιν, ὑγιῶϲ πάνυ ὰποφαίνεται, εἴγε παρὰ τὸ ἔδω ἐξέπιπτε μέλλων ὁ εἴϲω, ὅϲ ὤφειλεν ἐπενθέϲει τοῦ κ ποιῆϲαι τὸ εἴϲκω, ὡϲ μεθύϲω μεθύϲκω, δράϲω δράϲκω. ἀλλ᾿ ἐπε ἀνέφικτον ἦν χωρῆϲα τὴν τοιαύτην δίφθογγον πρὸ τῆϲ ϲκω παραγωγῆϲ, διαιρέϲει ἐχρήϲατο· ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆϲ διαιρεϲεωϲ ἐκε ἐκβάλλει τὸ ε. A.