Ancient Greek
ΕΙC THN Ω.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 213
Not analysed yet
213. τότ’ ἄντιτα ἔργα γένοιτο: Ἀπολλόδωροϲ καὶ Καλλίϲτρατοϲ τιτά, ὥϲτε τρία εἶναι, ἐπίρρημα τὸ τότε καὶ ϲύνδεϲμον τὸν ἄν καὶ ὄνομα τὸ τιτά. ὁ δὲ Ἀϲκαλωνίτηϲ ἄντιτα παραλαμβάνει, μεταλαμβάνων εἰϲ τὸ ἀντέκτιτα· οὕτω καὶ οἱ πλείουϲ, ὁμοίωϲ τῷ ἄτιτα (Π. Ξ 484). ἔχεται μὲν οὖν ἡ κατὰ ϲύνθεϲιν ἀνάγνωϲιϲ ἐμφάϲεωϲ καὶ μᾶλλον τοῦ νοητοῦ. μελλήϲει δὲ λείπειν τὸ ἄν ἐν τῇ ϲυντάξει ἐπιζητοῦντοϲ τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο· παραφυλακτέον δὲ ὅτι καὶ ϲυλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦϲ ὄντοϲ ἀντίτιτα. A.