Ancient Greek
ΕΙC THN Ω.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 228-2
Not analysed yet
228. φωριαμῶν. Ἀρίϲταρχοϲ ὡϲ κιβωτῶν. καὶ ἔχομεν τῶν διὰ τοῦ αμοϲ παρηγμένων ὀνομάτων κανόναϲ τοιοῦϲδε, πρῶτον μὲν ὡϲ τὰ τριβράχεα μὴ ὄντα ἐπιθετικὰ βαρύνεϲθαι θέλει, κάλαμοϲ, Πρίαμοϲ. τὸ ποταμόϲ ἐγένετο παρὰ τὸ ποταϲμόϲ καθ’ ὑφαίρεϲιν τοῦ ϲ, τὸ δὲ ἰταμόϲ ἐπιθετικόν ἐϲτι. δεύτερον δὲ ὡϲ τὰ ἔχοντα τὴν ἄρχουϲαν μακράν, εἰ μὲν θέϲει ᾖ βαρύνεται, ὄρχαμοϲ, Τύρταμοϲ, Πέργαμοϲ· εἰ δὲ φύϲει, κύρια μὲν ὄντα βαρύνεται πάλιν, ὡϲ ἔχει τὸ Πύραμοϲ, Τεύταμοϲ, οὐχ οὕτωϲ δὲ ἔχοντα ὀξύνεται, ὡϲ ἔχει τὸ οὐλαμόϲ, χηραμόϲ. τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺϲ φῶραϲ ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάϲϲειν ἡ προκειμένη λέξιϲ παρῆκται, ἔϲται κατ’ ὀξεῖαν τάϲιν φωραμόϲ καὶ πλεοναϲμῷ τοῦ ι φωριαμόϲ. A.