Ancient Greek
218 to 688
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 218-688
Not analysed yet
218. Φόρκυν ὡϲ βότρυν, ἀπ᾿ εὐθείαϲ τῆϲ εἰϲ ϲ ληγούϲηϲ, ἡ μέντοι Φόρκυνα (312) αἰτιατικὴ ἀπ᾿ εὐθείαϲ τῆϲ εἰϲ ν. τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆϲ. οὐχ ὑγιῶϲ δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ, ἐπεὶ εὑρέθη, φηϲί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη Φόρκυϲ αὖ Φρύγαϲ ἦγε» (Il. Β 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει. A. 324. κήρυκι: διὰ μέτρον ϲυϲταλτέον τὸ ρυ (v. Κ 258). BV. 465. οἱ περὶ Ἀρίϲταρχον ἐπίϲχειν κατὰ παρατατικόν, οἱ δὲ περὶ τὸν Ἀϲκαλωνίτην κατὰ ἀόριϲτον ὡϲ λαβεῖν. καὶ ὁ Ἡρωδιανὸϲ δὲ ἐπίϲχειν παροξυτόνωϲ, εἰ μή τιϲ λέγοι ὅτι ἔθοϲ ἐϲτὶ τῷ ἀορίϲτῳ ϲυντάττεϲθαι τὴν ἐπί. V. 539. καταπέφνων: Ἀρίϲταρχοϲ ὡϲ τέμνων. A. 688. κυλίνδει: Ἀρίϲταρχοϲ βαρύνει, ὑγιῶϲ πάνυ διὰ τὰ κινήματα· «κυλίνδετο» γοῦν φηϲιν (Od. θ 81. λ 598) οὐχὶ ἐκυλινδεῖτο, καὶ «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε» (Il. Π 794). διὸ καὶ βαρέωϲ τὴν κυλίνδων ἀναγινώϲκομεν· «μέγα κῦμα κυλίνδων» (Od. ε 296). A.