Ancient Greek
ΕΙϹ ΤΗΝ Ρ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 201-2
Not analysed yet
201. ζητεῖ ὁ Ἡρωδιανὸϲ ἐν τῷ α΄ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου (cf. Λ 160) περὶ τοῦ ἆ δειλ᾿ ,πῶϲ δεῖ τονίζειν αὐτὸ καί φηϲι· πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐϲτι τὸ τῆϲ ἀναγνώϲεωϲ, ἆ δείλ᾿ οὐδέ τί τοι θάνατοϲ, ἢ ἆ δεῖλ᾿ οὐδέ τί τοι θάνατοϲ. τὸ γὰρ πλῆρέϲ. ἐϲτιν ἆ δειλέ· οὐ γάρ, ὡϲ οἱ ἐξηγηϲάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροιϲ γὰρ αὐτὸϲ λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (φ 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυϲιϲ γέγονεν. ἀρά γε οὖν φυλαχθήϲεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆϲ ὀξείαϲ περιγέγραπται καὶ ὁ τόνοϲ; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιϲτάμενοι ἀναγνῶμεν· ἕν ἐϲτιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνοϲ γενέϲθω τῆϲ προτέραϲ ϲυλλαβῆϲ, οὐχὶ τῆϲ ἐπὶ τέλουϲ. A.