Ancient Greek
ΕΙϹ ΤΗΝ Γ·
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 219
Not analysed yet
219. ἀΐδρεϊ φωτὶ ἐοικώϲ: ἀΐδρεϊ προπαροξυτόνωϲ ὡϲ ἀπ᾿ εὐθείαϲ τῆϲ ἄϊδριϲ· «χώρου ἄϊδριϲ ἐών» (Od. κ 282). ταύτηϲ δὲ τῆϲ εὐθείαϲ ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεοϲ, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε διὰ τοῦ δ οὐ γάρ ἐϲτι παρώνυμον μακρᾷ παραληγόμενον· ἀλλ᾿ ὡϲ τὸ ἔχιϲ πόϲιϲ ὄφιϲ, οὕτωϲ ὀφείλει κλίνεϲθαι. ὥϲτε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Ϲαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίωϲ τοῖϲ Ἀττικοῖϲ ἐκλίθη. ὁ γὰρ Ϲοφοκλῆϲ ἴδριδα ἔφη τὴν αἰτιατικήν, ὅ τε Φρύνιχοϲ τὴν εὐθεῖαν ἴδριδεϲ. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώϲ κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαϲτόν, εἰ διὰ τοῦ ῑ πολλάκιϲ τῶν τοιούτων γενικῶν τὴν παραλήγουϲαν προφέρονται Ἴωνεϲ, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ῑ· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητήϲ φηϲιν «εὐνήν τ᾿ αἰδομένη πόϲιοϲ» (Od. π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόϲεϊ ᾧ» (Il. E 71). A.