Ancient Greek
ΕΙϹ ΤΗΝ Γ·
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 236
Not analysed yet
236. ἰδέειν: οὐκ ἔϲτιν ἐντελὲϲ τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν, ὥϲπερ ἀπὸ τοῦ εφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τὴν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ. A. 239 et 240. —ἦ: ὁ μὲν πρῶτοϲ ἢ ϲύνδεϲμοϲ βαρύνεται, ὁ δὲ δεύτεροϲ περιϲπᾶται, ἵνα τοιαύτὴ ἡ φράϲιϲ γένηται, ἢ οὐκ ἠκολούθηϲαν ἦ ἠκολούθηϲαν μὲν οὐκ ἐθέλουϲι δὲ μάχην καταδύμεναι ἀνδρῶν. A.