Ancient Greek
ΕΙϹ ΤΗΝ Ε.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 219-2
Not analysed yet
219. νώ: τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυϲϲείᾳ τῷ νώ ἐχρήϲατο κατ᾿ αἰτιατικὴν πτῶϲιν, ὥϲπερ καὶ ἐνθάδε. «νὼ ἀναβηϲάμενοι» (Od. o 475). ὁπότε μέντοι γε ϲὺν τῷ ῑ λέγεται, καὶ ἐπ᾿ εὐθείαϲ αὐτὸ τάϲϲει καὶ ἐπ᾿ αἰτιατικῆϲ καὶ προπεριϲπᾶται· «νῶϊ δ᾿ ἐγὼ Ϲθένελοϲ» (Ιl. 1 48) καὶ «οὐδ᾿ ἂν νῶϊ διαδράκοι ἠέλιόϲ περ» (Ιl. Ξ 344). περὶ δὲ τῆϲ τάϲεωϲ τοῦ μονοϲυλλάβου, διὰ τί οὐ περιεϲπάϲθη, ἐν τῷ περὶ ἀντωνυμιῶν δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυικὸν εἰϲ ω λῆγον περιϲπᾶται· οὕτωϲ γὰρ ἔχει καὶ τὸ ϲφώ, ταϲϲόμενον καὶ ἐπ᾿ εὐθείαϲ καὶ ἐπ᾿ αἰτιατικῆϲ· καὶ παῤ αὐτῷ «ϲφὼ δὲ μάλ᾿ ἠθέλετον» (Il. Λ 782), «Ζεὺϲ ϲφὼ ἐϲ Ἴδην (ΙΙ. 0 146). AB.