Ancient Greek
ΕΙϹ ΤΗΝ Ε.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 203
Not analysed yet
203. ἄδδην: Νικίαϲ διὰ δύο δ γράφει διὰ τὸ μέτρον, ὁμοίωϲ τῷ «κύον ἀδδεέϲ (Ιl. Φ 481), καὶ ψιλοῖ. Ἀρίϲταρχοϲ δὲ δι᾿ ἑνὸϲ δ καὶ βραχέωϲ καὶ δαϲέωϲ· τὸ γὰρ ᾱ πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡϲ τὸ ἀδολέϲχηϲ ἀδρανήϲ, μὴ οὕτωϲ δὲ ἔχον δαϲύνεται «ἅδε δ᾿ Ἕκτορι» (Ιl. Μ 80), «ἅδοϲ τέ μιν ἵκετο θυμόν» (Il. 88). καὶ τὸ Αδωνιϲ δέ τινεϲ δαϲύνουϲι παρὰ τὸ ἥδω. AΒ. μάχεται τὸ ἀδράφαξυϲ δεκτικὸν ἔχον τὸ ᾱ καὶ δαϲυνόμενον. A.