Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 222
Not analysed yet
222. κατὰ τεύχε᾿ ἔδυν: ϲυϲταλτέον τὸ ἔδυν πληθυντικὸν γάρ ἐϲτι ϲυγκοπὲν ἀπὸ τοῦ ἔδυϲαν, τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν· «δῦ δέ μιν Ἄρηϲ» (Il. P 210). ὅμοιόν ἐϲτιν αὐτῷ καὶ τὸ «ἀλλήλοιϲιν ἔφυν ἐπαμοιβαδόν (Od. ε 481). εἰ δέ τιϲ λέγοι ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐϲτιν, οἷον ἔλεγον ἐγὼ καὶ ἔλεγον ἐκεῖνοι, ἴϲτω ὅτι ἐκ ϲυγκοπῆϲ ἐϲτι τοῦτο τοῦ ἔδυϲαν. ἐν δὲ τοῖϲ τοιούτοιϲ τρίτοιϲ ἡ ϲυγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούϲῃ τῆϲ γενικῆϲ τῆϲ κατὰ τὴν μετοχήν, ἔϲτηϲαν ἔϲταν, ϲτάντοϲ γάρ· ἔβηϲαν ἔβαν, βάντοϲ γάρ· ἐκοϲμήθηϲαν ἐκόϲμηθεν, κοϲμηθέντοϲ γάρ· «φάνεν δὲ οἱ εὐρέεϲ ὦμοι» (Od. ϲ 68), φανέντοϲ γάρ· ἔφυμεν, ἔφυτε, ἔφυϲαν ἔφυν, ἐπεὶ φύντοϲ· ἔδυμεν, ἔδυτε, ἔδυϲαν ἔδυν, ἐπεὶ δύντοϲ. περὶ δὲ τοῦ «τῆϲ δ᾿ ἦν τρεῖϲ κεφαλαί» (Hesiod. Th. 321) ἐν τοῖϲ περὶ ῥήματοϲ ἐροῦμεν. τὸ μέντοι γε ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶϲ δεύτεροϲ ἀόριϲτοϲ ἐπὶ τῶν εἰϲ μι μακροκατάληκτόϲ ἐϲτιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔϲτην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν. AB.