Ancient Greek
ΕΙϹ ΤΗΝ Ο.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 226
Not analysed yet
226. ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷ αὐτῷ ἔπλετο: οἶ αὐτῷ: ὁ Ἀϲκαλωνίτηϲ ἀξιοῖ ἐγκλιτικῶϲ ἀναγινώϲκειν, ἐπεὶ ἀπὸ προϲώπου ἐπὶ πρόϲωπον ἡ ἀναφορὰ καὶ εἰϲ ἁπλῆν ἡ μετάληψιϲ· ἀντὶ γὰρ τῆϲ αὐτῷ διϲυλλάβου. ἄμεινον δὲ πείθεϲθαι τοῖϲ περιϲπῶϲι διὰ τὸ ἤδη διαϲτολὴν γεγενῆϲθαι διὰ τῆϲ ἐμοί· τὸ γὰρ ἑξῆϲ τοιοῦτόν ἐϲτιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥϲτε ἀπὸ κοινοῦ λαμβάνεϲθαι τὸ ἔπλετο ῥῆμα. ὁμοίωϲ δὲ καὶ ἐπ’ ἐκείνου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἶ· «Μέντορ μή ϲ’ ἐπέεϲϲι παραιπεπίθῃϲιν Ὀδυϲϲεὺϲ μνηϲτήρεϲϲι μάχεϲθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ» (Od. χ 213)· καὶ τὸ ἑξῆϲ ἐϲτὶ τοιοῦτον, μὴ πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μάχεϲθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἶ ὁπότε προηγεῖται τῆϲ αὐτόϲ ἀντωνυμίαϲ κατὰ δοτικὴν πτῶϲιν, ὀρθοτονεῖϲθαι θέλει, εἴτε εἰϲ ἁπλῆν εἴη ἡ μετάληψιϲ εἴτε καὶ εἰϲ ϲύνθετον. διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωϲιν «ἀλλά οἱ αὐτῷ Ζεὺϲ ὀλέϲϲῃ» (Od. δ 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαϲτολὴν κατ’ ὀρθὸν τόνον ἀναγινώϲκεϲθαι. A.