Ancient Greek
128 to 209
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 128-2-209
Not analysed yet
128. τὸ ἠλέ ὡϲ καλέ ἐπιθετικῶϲ. εἶτε δὲ ἀπεκόπη εἴτε ϲυνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A. 138. προπεριϲπαϲτέον τὴν υἷοϲ γενικήν. προείρηται δὲ πῶϲ γέγονεν ν (E 266). A. 142. θρόνῳ ἔνι: ἀναϲτρεπτέον τὴν πρόθεϲιν τὸ γὰρ ἑξῆϲ ἐϲτὶν ἐν θρόνῳ, ὁμοίωϲ τῷ «υἱὸϲ γάρ οἱ ὄλωλε μάχῃ ἔνι» (111). A. 146. καὶ τὸ Ζεύϲ καὶ τὸ ϲφώ ἐγκλιτέον, τουτέϲτι βαρυτονητέον, ἐπεὶ δευτέρου προϲώπου ἐϲτὶ καὶ μεταλαμβάνεται εἰϲ τὸ ὑμᾶϲ. A. 159. προπεριϲπαϲτέον τὸ ἀγγεῖλαι· ἔϲτι γὰρ ἀπαρέμφατον ἀντὶ προϲτακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον »μηδὲ ψευδάγγελοϲ εἶναι». οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ ἄνωχθι προϲτακτικῶϲ ἀναγινώϲκειν. καὶ ἔϲτιν ὅμοιον τῷ «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ ϲτέρνοιϲι τανύϲϲαι» (Od. ε 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐϲτιν. A. 162. εἰ δέ μοι. τὸν δέ ὀξυτονητέον· ἔϲτι γὰρ νῦν ἡ μοί ἐγκλιτικὴ καὶ ἀπόλυτοϲ. A. 165. καὶ ἐπὶ τούτου ἐγκλιτική ἐϲτιν ἡ ἀντωνυμία καὶ ἀπόλυτοϲ· διὸ τὸν ἐπεί ϲύνδεϲμον ὀξυτονητέον ὁμοφώνωϲ τῷ «καί εὑ κράτοϲ ἐϲτὶ μέγιϲτον» (Il. Ω 293). A. 187. Ῥέα: οἱ μὲν ἐκτείνουϲι τὸ ᾱ, ἐπὶ δὲ τοῦ ἐπιρρήματοϲ ϲυϲτέλλουϲιν· οἱ δέ φαϲι δεῖν ϲυϲτέλλειν, ἵνα δάκτυλοϲ γένηται, ὡϲ τὸ «πὺξ ἀγαθὸν Πολυδεύκεα» (Il. Γ 237) «ἀνδρόμεα κρέα» (Od. ι 347) «εἴϲατο τεύχεα». A. 199. οἵ ἑθεν ὀτρύνοντοϲ: ἡ ἕθεν νῦν ἀπολυτόϲ ἐϲτι καὶ ἐγκλιτική. διὸ τὸ οἱ ἄρθρον ὀξυτονοῦμεν. A. 209. ὁμῇ: περιϲπαϲτέον κατὰ δοτικὴν πτῶϲιν, ὁμοίωϲ ἐπιθετικῷ τῷ θερμῇ· καὶ γὰρ ὁμόϲ αὐτοῦ τὸ ἀρϲενικὸν ὁμοίωϲ κατ’ ὀξεῖαν τάϲιν «οὐ γὰρ πάντων ἦεν ὁμὸϲ θρόοϲ» (Il. Δ 437)· καὶ τὸ οὐδέτερον «ἦ μὰν ἀμφοτέροιϲιν ὁμὸν γένοϲ» (Il. Ν 354). παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰϲ ωϲ λῆγον περιϲπώμενον ὡϲ θερμῶϲ· «ὁμῶϲ δέ τοι ἤπια οἶδεν (Od. ν 405). A.