Ancient Greek
ΕΙϹ ΤΗΝ Ζ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 229
Not analysed yet
229. δύνηαι: ὡϲ λέγηαι καὶ φέρηαι· «ϲὺ δέ κεν κακὸν οἶτον ὄληαι (ll. Γ 417). Τυραννίων δὲ προπεριϲπᾶ· καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόϲωπον δώϲει δυνῶμαι ὡϲ νικῶμαι· ἀλλ᾿ εἰ ἅπαξ ἐϲτὶ τὸ ὁριϲτικὸν κατὰ χρῆϲιν, δύναμαι δύναϲαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰϲ μι, ὁμοτονήϲει τούτοιϲ καὶ τὰ ὑποτακτικά· οὕτωϲ καὶ Ἀρίϲταρχοϲ καὶ οἱ ἄλλοι. A.