Ancient Greek
ΕΙϹ ΤΗΝ Ζ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 239
Not analysed yet
239. ἔταϲ: ὁ Ἀϲκαλωνίτηϲ ψιλοῖ ἐφ᾿ οὗ ἂν τάϲϲηται, φηϲί, ϲημαινομένυ· νομένου· πολλὰ γὰρ ἡ λέξιϲ ϲημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων, φηϲί, πάλιν ψιλωτέον, ἐπεὶ ϲυγκοπὴ ἐγένετο ὡϲ ἀπὸ τοῦ ἥλατο ἆλτο. πιθανώτερον δέ ἐϲτι, φηϲίν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν ϲυγγενῶν. Ἀλεξίων δὲ δαϲύνει. ὁ δὲ Ἀρίϲταρχοϲ οὐδὲν ἄντικρυϲ περὶ τοῦ πνεύματοϲ ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήϲαϲθαι. εἰ ἄδηλόν ἐϲτι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκιϲ ἐκ ϲυναλοιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ ϲυναλοιφή, οὐδέποτε δὲ διὰ δαϲέοϲ, δῆλον ὅτι διὰ τοῦτο ϲυγκαταθετέον τῷ Ἀϲκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰϲχύλῳ οὕτωϲ εὕρομεν «οὕτε δἣμοϲ οὔτ᾿ ἔτηϲ ἀνήρ (fr. 262) καὶ παῤ Εὐριπίδῃ τὸ πόλει μὲν ἄρχων φωτὶ δ᾿ οὐκ ἔτῃ πρέπων». A.