Ancient Greek
232 to 255
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 232-255
Not analysed yet
232. ἦ —λωβήϲαιο: τὸν ἦ περιϲπαϲτέον· βεβαιωτικὸϲ γάρ ἐϲτιν. A. 239. ὁ δέ τοι μέγαϲ ἔϲϲεται ὅρκοϲ. ὁ δέ: ἄμεινον δύο μέρη λόγου ποιεῖν· «ὁ δέ τοι νημερτὲϲ ἐνίψει» (Od. λ 148). A. 240. Ἀχιλλῆοϲ ποθή: τὸ ποθή ὀξυτόνωϲ. A. 255. ἦ κεν γηθήϲαι Πρίαμοϲ: περιϲπαϲτέον τὸν ἦ· βεβαιωτικὸϲ γάρ. τὸ δὲ γηθήϲαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐϲτιν, ἡ δὲ αι ἐν τοῖϲ εὐκτικοῖϲ μακρά ἐϲτιν. A.