Ancient Greek
ΕΙϹ. ΤΗΝ Α.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 258
Not analysed yet
258. οἳ περὶ μὲν βουλήν: ἡ περί ἀντὶ ἑτέραϲ κεῖται τῆϲ ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεϲιϲ γὰρ ἀντὶ ἑτέραϲ προθέϲεωϲ παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτωϲ ἔχει καὶ τὸ «ἀλλ᾿ ὅδ᾿ ἀνὴρ ἐθέλει περὶ πάντων» (287). εἴτε τοῖϲ ἑξῆϲ ϲυνάπτεται, ἀντὶ τοῦ περίεϲτε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶϲα πρόθεϲιϲ ἔχουϲα ϲύνταξιν πρὸϲ ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάϲϲει, ὡϲ τὸ «νήπιοι οἳ κατὰ βοῦϲ ὑπερίονοϲ ἠελίοιο ἤϲθιον (Od. α 8). A.