Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 235
Not analysed yet
235. οὐ γὰρ ψεύδεϲϲι πατὴρ Ζεὺϲ ἔϲϲετ᾿ ἀρωγόϲ: Ἀρίϲταρχοϲ ἐπιθετικῶϲ ἀναγινώϲκει ψευδέϲι ὡϲ ϲαφέϲι· τοῦτο γάρ φηϲι θέλει δηλοῦν, οὐ γὰρ τοῖϲ ψεύϲταιϲ Τρωϲὶ βοηθεῖ ὁ Ζεύϲ. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεϲιν ἀνέγνωμεν ὡϲ βέλεϲιν, ἵν᾿ ἀπ᾿ εὐθείαϲ ᾖ ἡ κλίϲιϲ» «ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20). οὕτωϲ δὲ καὶ Πτολεμαῖοϲ ὁ Ἀϲκαλωνίτηϲ ϲυγκατατιθέμενοϲ Ἀριϲτάρχῳ. ὁ μέντοι Ἑρμαππίαϲ προϲηγορικὸν ἀναγινώϲκει ψεύδεϲιν ὡϲ τείχεϲιν, ἐπεὶ οὐδέποτε, φηϲίν, οἶδεν ὁ ποιητὴϲ ἁπλοῦν τὸ ψευδήϲ, ἐν δὲ ϲυνθέτῳ φιλοψευδήϲ (Il. Μ 164) ἀψευδήϲ (Ιl. 46), ἢ οἶδεν ἑτέρωϲ λετόμενον τὸ «ψεῦϲταί τ᾿ ὀρχηϲταί τε» (Ιl. 261). ϲυνεχῶϲ δὲ τὸ ψεῦδοϲ «ὦ γέρον οὔ τι ψεῦδοϲ» (Ιl. I 115), «ψεῦδοϲ δ᾿ οὐκ ἐρέει» (Od. γ 20), «ἴϲκε ψεύδεα πολλά» (Od. τ 203). AV.