Ancient Greek
ΕΙϹ ΤΗΝ Δ.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 243
Not analysed yet
243. ἕϲτητε: Πτολεμαῖοϲ ψιλοῖ, ἐπεὶ γίνεται ϲτῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔϲτιν, ἀλλ᾿ ἐκ τοῦ ἕϲτατε ἔκταϲιϲ ἐγένετο τοῦ ᾱ εἰϲ η· ϲτάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δαϲύνεϲθαι· τὸ γὰρ αὐτό ἐϲτι τῷ ἑϲτήκαμεν τὸ ἕϲτατε. A.