Ancient Greek
ΕΙC THN Ω.
Aelius Herodianus, Περὶ Ἰλιακῆς προσῳδίας 235-2
Not analysed yet
235. ἐξἑϲίην: Ἀρίϲταρχοϲ δαϲύνει τὴν δευτέραν ϲυλλαβήν· «κπαρὰ γὰρ τὸ ἵημι, φηϲίν, ἐγένετο. ἐπιφέρει γοῦν πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντεϲ. παρὰ δέ τὸν ἥϲω μέλλοντα ἡ ἑϲία ἐγένετο, ὡϲ καὶ παρὰ τὸ θήϲω θεϲία, «πῇ δὴ ϲυνθεϲίαι τε» (Π. Β 339) τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τῶν ἕνεκ’ ἐξεϲίην »(Οd. φ 20)». οὕτωϲ δὲ καὶ Νικίαϲ. Νεοπτόλεμοϲ δὲ ὁ Παριανὸϲ λέγων παρὰ τὸ ἐξιέναι πεποιῆϲθαι τὴν λέξιν ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριϲτάρχῳ πείθεϲθαι. ἠπίϲτατο γὰρ ὁ ποιητὴϲ καὶ τὸν ἥϲω μέλλοντα δαϲυνόμενον «ἥϲω γὰρ καὶ ἐγώ» (Ιl. P 515) παρὰ δὲ τοὺϲ μέλλονταϲ ὁριϲτικοὺϲ ἐγένετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρ’ ἐνεϲτῶταϲ ἀπαρεμφάτου ἐγκλίϲεωϲ. θύϲω γοῦν θυϲία, ἄξω ἀξία, δώϲω δοϲία, προδώϲω προδοϲία. οὕτωϲ οὖν καὶ παρὰ τὸν ἥϲω ἑϲία καὶ ἐξἑϲία. A.